Showing posts with label callimachus. Show all posts
Showing posts with label callimachus. Show all posts

Thursday, January 17, 2013

Callimachus 41

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ'
εἴτ' Ἔρος εἴτ' Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
ἧ ῥά τιν' ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι τὴν δρῆστιν μὴ ὑπέχεσθε, νέοι.
Θεύτιμον δίφησω· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ' ὅτι που στρέφεται.

Monday, November 19, 2012

Anthologia Palatina 5.6 (Callimachus)

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης
ἕξειν μήτε κρέσσονα μήτε φίλην.
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων.
νῦν δ’ ὁ μὲν ἀρσενικῶι θέρεται πυρί, τῆς δὲ ταλαίνης
νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός.

Sunday, November 11, 2012

Callimachus 14 G-P



Κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερον, ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσίν—ἴδ’ ὡς τὤργωι τοὔνομα συμφέρεται—
ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδος, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδὲ μοι ἐν θαλὰμηισιν ἔθ’ ὡς πάρος—εἰμί γὰρ ἄπλους—
τίκτηται νοτερῆς ὤεον ἀλκυόνος.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ
ῥέζειν, καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος.