Showing posts with label greek. Show all posts
Showing posts with label greek. Show all posts

Tuesday, June 11, 2013

Hesiod, Erga kai hēmerai, 11-26

οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ’ ἐπὶ γαῖαν
εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
ἣ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν.
ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
σχετλίη· οὔ τις τήν γε φιλεῖ βροτός, ἀλλ’ ὑπ’ ἀνάγκης
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
ἥ τε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
οἶκόν τ’ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
εἰς ἄφενος σπεύδοντ’· ἀγαθὴ δ’ Ἔρις ἥδε βροτοῖσιν.
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.


Monday, January 28, 2013

Callimachus 28

Ἐχθαίρω τὸ ποίημα τό κυκλικὸν οὐδὲ κελεύθῳ
χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·
μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδ’ ἀπὸ κρήνης
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
τοῦτο σαφῶς, ἠχώ φησί τις ‘ἀλλὸς ἔχει’.

Thursday, January 17, 2013

Callimachus 41

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ'
εἴτ' Ἔρος εἴτ' Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
ἧ ῥά τιν' ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι τὴν δρῆστιν μὴ ὑπέχεσθε, νέοι.
Θεύτιμον δίφησω· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ' ὅτι που στρέφεται.

Monday, November 19, 2012

Anthologia Palatina 5.6 (Callimachus)

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης
ἕξειν μήτε κρέσσονα μήτε φίλην.
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων.
νῦν δ’ ὁ μὲν ἀρσενικῶι θέρεται πυρί, τῆς δὲ ταλαίνης
νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός.

Tuesday, November 13, 2012

Anthologia Palatina 6.177 (Theocritus)

Δάφνις ὁ λευκόχρως, ὁ καλᾶι σύριγγι μελίσδων
βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
νεβρίδα, τὰν πήραν ἆι ποκ’ ἐμαλοφόρει.

Sunday, November 11, 2012

Callimachus 14 G-P



Κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερον, ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσίν—ἴδ’ ὡς τὤργωι τοὔνομα συμφέρεται—
ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδος, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδὲ μοι ἐν θαλὰμηισιν ἔθ’ ὡς πάρος—εἰμί γὰρ ἄπλους—
τίκτηται νοτερῆς ὤεον ἀλκυόνος.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ
ῥέζειν, καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος.

Anthologia Palatina 5.123 (Philodemus)

Νυκτερινὴ δίκερως φιλοπάννυχε φαῖνε Σελήνη,
φαῖνε, δι’ εὐτρήτων βαλλομένη θυρίδων·
αὔγαζε χρυσέην Καλλίστιον· ἐς τὰ φιλεῦντων
ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτηι.
ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα. Σελήνη·
καί γὰρ σήν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.